Άγνωστο Κείμενο 1ο
10/05/2014
Ο ομιλητής, άνθρωπος με φυσική αναπηρία, μιλώντας στη Βουλή των Πεντακοσίων, προσπαθεί να διατηρήσει το δικαίωμα να λαμβάνει το ετήσιο χρηματικό επίδομα που χορηγούσε το δημόσιο ταμείο στους ανάπηρους και τους φτωχούς.
[1] Οὐ πολλοῦ δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, [ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί.] (όπου πάθος ΑΙΤΙΑ)
πρότερον γὰρ οὐκ ἔχων πρόφασιν [ἐφ' ἧς τοῦ βίου λόγον δοίην], νυνὶ διὰ τοῦτον εἴληφα (λαμβάνω).
καὶ (μεταβατικός) πειράσομαι (πειρώμαι) τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον (κατηγ. Μτχ), ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἢ φθόνου·
διὰ γὰρ οὐδὲν ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον οὗτος ἢ διὰ φθόνον. [2] καίτοι [ὅστις τούτοις φθονεῖ]
[οὓς οἱ ἄλλοι ἐλεοῦσι], τίνος ἂν ὑμῖν ὁ τοιοῦτος αποσχέσθαι δοκεῖ πονηρίας;
οὐ γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ, οὐ δ' ὡς (όντα) ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται· διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε ἐχρησάμην αὐτῷ. [3] ἤδη τοίνυν, ὦ βουλή, δῆλός ἐστι φθονῶν, [ὅτι τοιαύτῃ κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης.]
καὶ γὰρ οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι. [εἰ γὰρ ἐξ ἴσου τῇ συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω] [καὶ τὸν ἄλλον βίον διάξω,] τί τούτου διοίσω;
Λεξιλόγιο
Οὐ πολλοῦ= σχήμα λιτότητας. Μεταφράζεται με το αντίθετο στον υπερθετικό βαθμό = ελαχίστου
χάριν ἔχω τινί= οφείλω ευγνωμοσύνη σε κάποιον
δίδωμι λόγον= λογοδοτώ
ἀπέχομαί τινος= απέχω από κάτι
χρῶμαι + δοτ. αφηρημένου ουσιαστικού= είμαι στην κατάσταση που δηλώνει το ουσιαστικό
ἰῶμαι= γιατρεύω, θεραπεύω
πειρώμαι = προσπαθώ
ελεώ= συμπονώ
τιμωρούμαι τινά= προσπαθώ να τιμωρήσω κάποιον
Άγνωστο Κείμενο 2ο
31/05/2014
[4] Περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω· ὑπὲρ ὧν δέ μοι προσήκει λέγειν, ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ. φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ παρὰ τῆς πόλεως ἀργύριον· καὶ γὰρ τῷ σώματι δύνασθαι καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύτην [ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου ζῆν.] [5] καὶ τεκμηρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τῆς δ' ἐν τῇ τέχνῃ εὐπορίας, ὅτι δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν. τὴν μὲν οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον, [οἷος τυγχάνει], πάντας ὑμᾶς οἴομαι γιγνώσκειν· [6] ὅμως δὲ κἀγὼ διὰ βραχέων ἐρῶ.
ἐμοὶ γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν [οἵ με θεραπεύσουσι.] τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, τὸν διαδεξόμενον δ' αὐτὴν οὔπω δύναμαι κτήσασθαι. πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἐὰν ἀφέλησθέ με, κινδυνεύσαιμ' ἂν ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ.