Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΝΩΣΤΑ ΚΕΙΜΕΝΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΝΩΣΤΑ ΚΕΙΜΕΝΑ. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 7 Δεκεμβρίου 2010

ἅμα ἦρι ἀρχομένῳ


ΓΕΝΙΚΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΠΕΝΤΕΛΗΣ
ΘΕΩΡΗΤΙΚΗ ΚΑΤΕΥΘΥΝΣΗ
                        Σχολ. Έτος 2010-2011

ΑΓΝΩΣΤΑ ΚΕΙΜΕΝΑ

2/12/2010


 

Θέμα 1ο


 
ἅμα ἦρι ἀρχομένῳ Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων …

 
ἐσῆλθον περὶ πρῶτον ὕπνον ξὺν ὅπλοις ἐς Πλάταιαν τῆς Βοιωτίας

 
οὖσαν ᾿Αθηναίων ξυμμαχίδα. ἐπηγάγοντο δὲ καὶ ἀνέῳξαν τὰς πύλας

 
Πλαταιῶν ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετ' αὐτοῦ, βουλόμενοι ἰδίας

 
ἕνεκα δυνάμεως ἄνδρας τε τῶν πολιτῶν τοὺς σφίσιν ὑπεναντίους

 
διαφθεῖραι καὶ τὴν πόλιν Θηβαίοις προσποιῆσαι…. προϊδόντες γὰρ

 
οἱ Θηβαῖοι ὅτι ἔσοιτο ὁ πόλεμος ἐβούλοντο τὴν Πλάταιαν αἰεὶ σφίσι

 
διάφορον οὖσαν ἔτι ἐν εἰρήνῃ τε καὶ τοῦ πολέμου μήπω φανεροῦ

 
καθεστῶτος προκαταλαβεῖν. ᾗ καὶ ῥᾷον ἔλαθον ἐσελθόντες, φυλακῆς

 
οὐ προκαθεστηκυίας. θέμενοι δὲ ἐς τὴν ἀγορὰν τὰ ὅπλα τοῖς μὲν

 
ἐπαγαγομένοις οὐκ ἐπείθοντο ὥστε εὐθὺς ἔργου ἔχεσθαι καὶ ἰέναι

 
ἐπὶ τὰς οἰκίας τῶν ἐχθρῶν, γνώμην δ' ἐποιοῦντο κηρύγμασί τε

 
χρήσασθαι ἐπιτηδείοις καὶ ἐς ξύμβασιν μᾶλλον καὶ φιλίαν τὴν πόλιν

 
ἀγαγεῖν (καὶ ἀνεῖπεν ὁ κῆρυξ, εἴ τις βούλεται κατὰ τὰ πάτρια τῶν

 
πάντων Βοιωτῶν ξυμμαχεῖν, τίθεσθαι παρ' αὑτοὺς τὰ ὅπλα),

 

 
νομίζοντες σφίσι ῥᾳδίως τούτῳ τῷ τρόπῳ προσχωρήσειν τὴν πόλιν.

 

[3] οἱ δὲ Πλαταιῆς ὡς ᾔσθοντο ἔνδον τε ὄντας τοὺς Θηβαίους καὶ

 
ἐξαπιναίως κατειλημμένην τὴν πόλιν, καταδείσαντες καὶ νομίσαντες

 
πολλῷ πλείους ἐσεληλυθέναι (οὐ γὰρ ἑώρων ἐν τῇ νυκτί)


 
πρὸς ξύμβασιν ἐχώρησαν καὶ τοὺς λόγους δεξάμενοι ἡσύχαζον,

 
ἄλλως τε καὶ ἐπειδὴ ἐς οὐδένα οὐδὲν ἐνεωτέριζον.

 
πράσσοντες δέ πως ταῦτα κατενόησαν οὐ πολλοὺς τοὺς Θηβαίους


 

ὄντας καὶ ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν·


 


 

ΠΑΡΑΤΗΡΗΣΕΙΣ


 

  1. Να μελετήσεις το κείμενο που επεξεργαστήκαμε και να γράψεις τη μετάφραση.
  2. να συντάξεις το υπόλοιπο κείμενο και να γράψεις τη μετάφρασή του (με μολύβι).
(Είναι πολύ σημαντικό τις εργασίες στο σπίτι να τις κάνεις μόνος/η. Από τα τυχόν λάθη μας μαθαίνουμε περισσότερα!)


 
B.Δ.

 


 


 


 


 


 


 


 


 

Άγνωστο Κείμενο 2o

Ενδιαφέροντα αποσπάσματα από τον Ξενοφώντα!!!


 


 

ἐν τούτῳ δ᾽ ἐπῄει καὶ Κῦρος καὶ ἐπύθετο τὸ πρᾶγμα· εὐθὺς δ᾽ ἔλαβε τὰ

 
παλτὰ εἰς τὰς χεῖρας καὶ σὺν τοῖς παροῦσι τῶν πιστῶν ἧκεν ἐλαύνων

 
εἰς τὸ μέσον, καὶ λέγει τάδε. [1.5.16] Κλέαρχε καὶ Πρόξενε καὶ οἱ ἄλλοι

 
οἱ παρόντες Ἕλληνες, οὐκ ἴστε ὅ,τι ποιεῖτε.

 

 
ὃ οὐ δυνατόν ἐστιν. [1.3.18] ἀλλ᾽ ἐγώ φημι ταῦτα μὲν φλυαρίας εἶναι·

 
δοκεῖ δέ μοι ἄνδρας ἐλθόντας πρὸς Κῦρον οἵτινες ἐπιτήδειοι σὺν

 
Κλεάρχῳ ἐρωτᾶν ἐκεῖνον τί βούλεται ἡμῖν χρῆσθαι·

 

 
ἔδοξε ταῦτα, καὶ ἄνδρας ἑλόμενοι σὺν Κλεάρχῳ πέμπουσιν οἳ ἠρώτων

 
Κῦρον τὰ δόξαντα τῇ στρατιᾷ.

 

 

Κῦρος δὲ συγκαλέσας τοὺς στρατηγοὺς εἶπεν·


 
--ἀπολελοίπασιν ἡμᾶς Ξενίας καὶ Πασίων. ἀλλ᾽ εὖ γε μέντοι

 
ἐπιστάσθων ὅτι οὔτε ἀποδεδράκασιν· οἶδα γὰρ ὅπῃ οἴχονται· οὔτε

 
ἀποπεφεύγασιν· ἔχω γὰρ τριήρεις ὥστε ἑλεῖν τὸ ἐκείνων πλοῖον· ἀλλὰ

 
μὰ τοὺς θεοὺς οὐκ ἔγωγε αὐτοὺς διώξω, οὐδ᾽ ἐρεῖ οὐδεὶς ὡς ἐγὼ ἕως μὲν

 
ἂν παρῇ τις χρῶμαι, ἐπειδὰν δὲ ἀπιέναι βούληται, συλλαβὼν καὶ

 
αὐτοὺς κακῶς ποιῶ καὶ τὰ χρήματα ἀποσυλῶ. ἀλλὰ ἴτωσαν, εἰδότες ὅτι

 
κακίους εἰσὶ περὶ ἡμᾶς ἢ ἡμεῖς περὶ ἐκείνους.

 

 
ἀποθνῄσκοντος γὰρ αὐτοῦ πάντες οἱ περὶ αὐτὸν φίλοι καὶ συντράπεζοι

 
ἀπέθανον μαχόμενοι ὑπὲρ Κύρου πλὴν Ἀριαίου· οὗτος δὲ τεταγμένος

 
ἐτύγχανεν ἐπὶ τῷ εὐωνύμῳ τοῦ ἱππικοῦ ἄρχων· ὡς δ᾽ ᾔσθετο Κῦρον

 
πεπτωκότα, ἔφυγεν ἔχων καὶ τὸ στράτευμα πᾶν οὗ ἡγεῖτο.

 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 


 

Αισχίνη «Κατά Τιμάρχου»

 
Kείμενο 3ο

 

 
Σκέψασθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σωφροσύνης

 
ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέτης, καὶ ὁ Δράκων καὶ οἱ

 
κατὰ τοὺς χρόνους ἐκείνους νομοθέται. [7] Πρῶτον μὲν γὰρ περὶ τῆς

 
σωφροσύνης τῶν παίδων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην

 
ἀπέδειξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς δεῖ

 
αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων, τρίτον δ᾽ ἐφεξῆς

 
περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν

 
ῥητόρων. Καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν

 
παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας. [8] Βούλομαι δὴ

 
καὶ ἐγὼ νυνὶ πρὸς ὑμᾶς τὸν αὐτὸν τρόπον χρήσασθαι τῷ λόγῳ ὅνπερ

 
τοῖς νόμοις ὁ νομοθέτης. Πρῶτον μὲν γὰρ διέξειμι πρὸς ὑμᾶς τοὺς

 
νόμους οἳ κεῖνται περὶ τῆς εὐκοσμίας τῶν παίδων τῶν ὑμετέρων, ἔπειτα

 
δεύτερον τοὺς περὶ τῶν μειρακίων, τρίτον δ᾽ ἐφεξῆς τοὺς περὶ τῶν

 
ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν

 
ῥητόρων· οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς

 
γενέσθαι. Ἅμα δὲ καὶ βούλομαι, ὦ ἄνδρες Ἀθηναῖοι, διεξελθεῖν πρῶτον

 
πρὸς ὑμᾶς, ὡς ἔχουσιν οἱ νόμοι οἱ τῆς πόλεως, πάλιν δὲ μετὰ τοῦτο

 
ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου· εὑρήσετε γὰρ αὐτὸν

 
ἐναντίως ἅπασι τοῖς νόμοις βεβιωκότα.

 

 
[17] Ἴσως ἂν οὖν τις θαυμάσειεν ἐξαίφνης ἀκούσας, τί δή ποτ᾽ ἐν τῷ

 
νόμῳ τῷ τῆς ὕβρεως προσεγράφη τοῦτο τὸ ῥῆμα, τὸ τῶν δούλων. τοῦτο

 
δὲ ἐὰν σκοπῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, εὑρήσετε ὅτι πάντων ἄριστα ἔχει·

 
οὐ γὰρ ὑπὲρ τῶν οἰκετῶν ἐσπούδασεν ὁ νομοθέτης, ἀλλὰ βουλόμενος

 
ὑμᾶς ἐθίσαι πολὺ ἀπέχειν τῆς τῶν ἐλευθέρων ὕβρεως, προσέγραψε

 
μηδ᾽ εἰς τοὺς δούλους ὑβρίζειν. Ὃλως δὲ ἐν δημοκρατίᾳ τὸν εἰς

 
ὁντινοῦν ὑβριστήν, τοῦτον οὐκ ἐπιτήδειον ἡγήσατο εἶναι

 
συμπολιτεύεσθαι.

 

 
[27] Ἃ συνιδὼν ὁ νομοθέτης διαρρήδην ἀπέδειξεν οὓς χρὴ δημηγορεῖν

 

καὶ οὓς οὐ δεῖ λέγειν ἐν τῷ δήμῳ. Καὶ οὐκ ἀπελαύνει ἀπὸ τοῦ βήματος,


 

εἴ τις μὴ προγόνων ἐστὶν ἐστρατηγηκότων, οὐδέ γε εἰ τέχνην τινὰ


 

ἐργάζεται ἐπικουρῶν τῇ ἀναγκαίᾳ τροφῇ, ἀλλὰ τούτους καὶ μάλιστα


 

ἀσπάζεται, καὶ διὰ τοῦτο πολλάκις ἐπερωτᾷ, τίς ἀγορεύειν βούλεται.


 

[28] Τίνας δ᾽ οὐκ ᾤετο δεῖν λέγειν; τοὺς αἰσχρῶς βεβιωκότας· τούτους


 

οὐκ ἐᾷ δημηγορεῖν. Καὶ ποῦ τοῦτο δηλοῖ; "δοκιμασία," φησί, "ῥητόρων·


 

ἐάν τις λέγῃ ἐν τῷ δήμῳ τὸν πατέρα τύπτων ἢ τὴν μητέρα, ἢ μὴ


 

τρέφων, ἢ μὴ παρέχων οἴκησιν·" τοῦτον οὐκ ἐᾷ λέγειν. Νὴ Δία καλῶς


 

γε, ὡς ἔγωγέ φημι. Διὰ τί; ὅτι εἴ τις, οὓς ἐξ ἴσου δεῖ τιμᾶν τοῖς θεοῖς, εἰς


 

τούτους ἐστὶ φαῦλος, τί ποτε, φησίν, ὑπ᾽ αὐτοῦ πείσονται οἱ ἀλλότριοι


 

καὶ ἡ πόλις ὅλη; Καὶ τίσι δεύτερον ἀπεῖπε μὴ λέγειν; "ἢ τὰς στρατείας,"


 

[29] φησί, "μὴ ἐστρατευμένος, ὅσαι ἂν αὐτῷ προσταχθῶσιν, ἢ τὴν


 

ἀσπίδα ἀποβεβληκώς," δίκαια λέγων. Τί δή ποτε; ἄνθρωπε, τῇ πόλει,


 

ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι ἢ διὰ δειλίαν μὴ δυνατὸς εἶ ἐπαμῦναι,


 

μηδὲ συμβουλεύειν βουλεύειν ἀξίου.


 


 


 


 


 


 

 


 


 


 


 


 


 


 


 


 


 

ΘΟΥΚΥΔΙΔΗ ΙΣΤΟΡΙΩΝ Β΄


 

ΘΕΜΑ 4ο


 
[71] Τοῦ δ' ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς

 
μὲν τὴν ᾿Αττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δὲ ἐπὶ Πλάταιαν· Ἡγεῖτο

 
δὲ ᾿Αρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς. Καὶ καθίσας τὸν

 
στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν· οἱ δὲ Πλαταιῆς εὐθὺς πρέσβεις

 
πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε· '᾿Αρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ

 
δίκαια ποιεῖτε οὐδ' ἄξια οὔτε ὑμῶν οὔτε πατέρων ὧν ἐστέ, ἐς γῆν τὴν

 
Πλαταιῶν στρατεύοντες. Παυσανίας γὰρ ὁ Κλεομβρότου

 
Λακεδαιμόνιος ἐλευθερώσας τὴν ῾Ελλάδα ἀπὸ τῶν μήδων μετὰ ῾

 
Ελλήνων τῶν ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης ἣ παρ'

 
ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιῶν ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ

 
ξυγκαλέσας πάντας τοὺς ξυμμάχους ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ

 
πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα

 
ποτὲ ἀδίκως ἐπ' αὐτοὺς μηδ' ἐπὶ δουλείᾳ· εἰ δὲ μή, ἀμύνειν τοὺς

 
παρόντας ξυμμάχους κατὰ δύναμιν. Τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι

 
ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις

 
γενομένης, ὑμεῖς δὲ τἀναντία δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν

 
ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. Μάρτυρας δὲ θεοὺς τούς τε

 
ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ

 
ἡμετέρους ἐγχωρίους, λέγομεν ὑμῖν γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ

 
παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους καθάπερ

 
Παυσανίας ἐδικαίωσεν.'
   
[72] Τοσαῦτα εἰπόντων τῶν Πλαταιῶν ᾿Αρχίδαμος ὑπολαβὼν

 
εἶπεν· 'Δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιῆς, ἢν ποιῆτε ὁμοῖα τοῖς λόγοις.

 
Καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ

 
τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων

 
ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ' ᾿Αθηναίοις, παρασκευή τε τοσήδε

 
καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. Ἧς

 
μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις· εἰ δὲ μή,

 
ἅπερ καὶ πρότερον ἤδη προυκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ

 
ὑμέτερα αὐτῶν, καὶ ἔστε μηδὲ μεθ' ἑτέρων, δέχεσθε δὲ ἀμφοτέρους

 
φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει.'


 


 


 


 


 


 

ΘΕΜΑ 5o


 

[73] Οἱ δ' ἀκούσαντες ἐσῆλθον αὖθις ἐς τὴν πόλιν, καὶ βουλευσάμενοι


 

μετὰ τοῦ πλήθους ἔλεξαν ὅτι βούλονται ἃ προκαλεῖται ᾿Αθηναίοις


 

κοινῶσαι πρῶτον, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα· μέχρι δὲ


 

τούτου σπείσασθαι σφίσιν ἐκέλευον καὶ τὴν γῆν μὴ δῃοῦν. Ὁ δὲ ἡμέρας


 

τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ ἔτεμνεν.


 

Ἐλθόντες δὲ οἱ [Πλαταιῆς] πρέσβεις ὡς τοὺς ᾿Αθηναίους καὶ


 

βουλευσάμενοι μετ' αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ


 

πόλει τοιάδε· 'οὔτ' ἐν τῷ πρὸ τοῦ χρόνῳ, ὦ ἄνδρες Πλαταιῆς, ἀφ' οὗ


 

ξύμμαχοι ἐγενόμεθα, ᾿Αθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι


 

ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν.


 

Ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν


 

νεωτερίζειν περὶ τὴν ξυμμαχίαν.' [74] Τοιαῦτα τῶν πρέσβεων


 

ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο ᾿Αθηναίους μὴ προδιδόναι,


 

ἀλλ' ἀνέχεσθαι καὶ γῆν τεμνομένην, εἰ δεῖ, ὁρῶντας καὶ ἄλλο


 

πάσχοντας ὅ,τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ' ἀπὸ τοῦ


 

τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν ἃ Λακεδαιμόνιοι


 

προκαλοῦνται. Ὡς δὲ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς


 

ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων ᾿Αρχίδαμος


 

ὁ βασιλεὺς κατέστη, λέγων ὧδε· "Θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα


 

ἔχετε καὶ ἥρωες, ξυνίστορές ἐστε ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως,


 

ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον, ἐπὶ γῆν τήνδε ἤλθομεν,


 

ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε

 
αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς ῞Ελλησιν, οὔτε νῦν, ἤν τι ποιῶμεν,

 
ἀδικήσομεν· προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν.

 
Ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι

 
προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως."